>

Τετάρτη, 26 Δεκεμβρίου 2012

Ένας Καταλανός γράφει τις ειδήσεις στα Αρχαία Ελληνικά!

newsday24.

Εμείς πια τα αγνοούμε. Στο σχολείο τα θεωρούσαμε περιττό βάρος και κάναμε τα πάντα για να τα αποφύγουμε.Παρόλα αυτά στο εξωτερικό φαίνεται ότι τα εκτιμούν και με το παραπάνω. Τα Αρχαία Ελληνικά είναι όπως φαίνεται μία αθάνατη γλώσσα. Και πολύ γοητευτική επίσης.

Ένας Καταλανός την έχει επιλέξει για να γράφει τις ειδήσεις και να ενημερώνει το κοινό του το οποίο φαίνεται ότι εκτιμά την επιλογή και την προσπάθειά του.
ΔΙΑΒΑΣΤΕ ΕΔΩ ΤΙΣ ΕΙΔΗΣΕΙΣ ΤΟΥ ΚΑΤΑΛΑΝΟΥ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Δεινότατος φόνος ἐν τῷ Κονέκτικατ

4277998Παῖδες ἄνθη κατατιθέασιν ἐγγὺς τοῦ διδασκαλείου
Νεανίας τις εἴκοσι παῖδας καὶ ἓξ ἀνθρώπους ἐν διδασκαλείῳ ἀποκτείνει

Προχθὲς ἐν τῷ Κονέκτικατ δεινότατος φόνος συνέβη· ἐν τῷ διδασκαλείῳ Sandy Hook , ἐν τῇ μικρᾷ πόλει Newtown, εἴκοσι παῖδες καὶ ἓξ ἄνθρωποι ἀπέθανον ὑπὸ νεανίου. οὗτος ὁ νεανίας, Ἄδαμ Λάνθα ὀνόματι καὶ εἴκοσι ἔτη γεγονώς, πρῶτον μὲν τὴν ἑαυτοῦ μητέρα ἀπέκτεινεν ἐν τῇ οἰκίᾳ οὖ οἱ δύο ᾤκουν, ἔπειτα δὲ τρία αὐτοματικὰ ὅπλα λαβὼν ἃ ἡ μήτηρ οἴκοι εἶχε καὶ τὴν οἰκίαν ἀπολιπὼν καὶ πρὸς τὸ διδσκαλεῖον ἀφικομένος τοὺς φύλακας λαθὼν εἰσέβη τὰ ὅπλα ἔχων καὶ ἐξ ἀπροσδοκήτου εἰς οἴκημα εἰσβὰς ἐν ᾧ πολλοὶ παῖδες ἔτυχον ὄντες ἐπὶ αὐτοὺς ἐπυροβόλει. ὀκτωκαίδεκα παῖδες ἐκεῖ εὐθὺς ἀπέθανον (δύο ἄλλοι ἐν τῷ νοσοκομείῳ ἀπέθανον ἐκεῖσε προσενεχθέντες) καὶ ἓξ ἄνθρωποι (ἡ τοῦ διδασκαλείου ἄρχουσα καὶ ἄλλοι ἐργασταί). πρῶτον μὲν ἐλέγετο ὅτι ἡ τοῦ φονέως μήτηρ ἐν τῷ διδασκαλείῳ αὐτῷ ἀπέθανεν (ἐκεῖ γὰρ τὸ πάλαι ἐδίδασκεν), ἔπειτα δὲ δῆλον ἦν τοῦτο οὐκ ἀληθὲς ὄν.
ὁ τοῦ Κονέκτικατ ἔπαρχος λέγει ὅτι τὸ πρᾶγμα χεῖρον ἂν εἴη, ὁ γὰρ Α. Λ. τοὺς φύλακας ἀφικομένους ἀκούσας ἑαυτὸν ἀπέκτεινεν· ὁ δὲ τῶν φυλάκων φερέφωνος τὰ ὅπλα ἐκεῖ λειφθέντα ἐξετάσας λέγει ὅτι ὁ μὲν φονεὺς ἐν νῷ εἶχε πλείονας παῖδας ἀποκτείνειν, ἡ δὲ ταχεῖα τῶν φυλάκων ἄφιξις τοῦτο ἐκώλυσεν.
ὁ Α. Λ. τοῦτο τὸ διδασκαλεῖον ἐφοίτα, ἡ δὲ μήτηρ πάλαι ἐν τῷ αὐτῷ διδασκαλείῳ ἐδίδασκεν. διὰ ὅ τι ὁ Α. Λ. τοῦτο ἐποίησεν οὐκέτι οὐδεὶς ἀκριβῶς οἶδεν, ὅμως δὲ ἴσμεν νῦν ὅτι τῇ μὲν προτεραίᾳ ὅπλον ὠνεῖσθαι ἐπειράσατο, τοῦτο δὲ οὐκ ἐξὸν (δεῖ γὰρ τὸν ὠνούμενον δύο ἑβδομάδας μένειν) τὰ τῆς μητρὸς ἔλαβεν.

Ταραχὴ ἐν τῇ Αἰγύπτῳ
8 Δεκεμβρίου 2012

Picture
Διαδηλωταὶ πρὸ τῶν βασιλείων
Οἱ διαδηλωταὶ πρὸ τῶν βασιλείων μένουσι καὶ τὸν πρόεδρον Μοῦρσι προκαλοῦνταιἍμιλλαί τε καὶ ταραχὴ συμβαίνουσιν ἐν τῇ Αἰγύπτῳ, οἱ μὲν γὰρ τῷ προέδρῳ Μόρσι ἐπικουροῦντες τοῖς αὐτῷ ἀνθισταμένοις μάχονται, νεωστὶ δὲ μάχη ἐγένετο ἐν τῷ Καίρῳ, πρὸ αὐτῶν τῶν βασιλείων, ἐν ᾖ ἓξ ἄνθρωποι ἀπέθανον καὶ ἑπτακόσιοι ἄλλοι ἐτρώθησαν. ἡ ταύτης τῆς ταραχῆς αἰτία ἥδε ἐστίν· ὁ μὲν πρόεδρος Μόρσι νέον νόμον τῇ βουλῇ προσέθηκεν ὃς τὴν ἑαυτοῦ ἀρχὴν ῥώννυσιν, οἱ δὲ ἀνθιστάμενοι βούλονται τὸν πρόεδρον ἀναγκάζειν τοῦτον τὸν νόμον ἀναιρεῖν· καὶ δὴ καὶ βούλεται μὲν ὁ Μόρσι τῇ πεντεκαιδεκάτῃ τοῦ Δεκεμβρίου μηνὸς ψηφοφορίαν ποιεῖσθαι περὶ τῆς νέας πολιτείας, πολλοὶ δὲ βουλευταὶ τοῦτο κωλύειν πειρῶνται (ἐὰν γὰρ ὁ Μόρσι ἐν τῇ ψηφοφορίᾳ νικᾷ, πλείω ἀρχὴν ἕξει). τούτων τῶν δυοῖν ἀγγελμάτων διὰ πάσης τῆς χώρας ταχέως διαδραμόντων, οὐ μόνον ἐν τῇ πρωτευούσῃ ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσι ταραχὴ καὶ διαδήλωσεις ἐγένοντο.
χθὲς δὲ οἱ φύλακες συρματοπλέγματα περὶ τῶν βασιλείων περιέθεσαν ἵνα οἱ διαδηλωταὶ εἰς τὰ βασίλεια εἰσβῆναι μὴ δυναῖντο, ἀλλὰ οἱ διαδηλωταὶ πανταχοῦ συνελθόντες ῥᾳδίως ὑπερέβησαν· ὅμως δὲ τήμερον οἱ τῶν διαδηλωτῶν ἄρχοντες τοῖς φύλαξιν ἤδη ὡμολογήκασιν ὅτι ἡ ἔνστασις εἰρηνικὴ ἔσται. οἱ δημοσιογράφοι ἐλπίζουσι τὸν πρόεδρον τήμερον τῷ Σαββάτῳ ἄγγελμά τι ἀγγελεῖν καὶ τοῖς ἀνθισταμένοις συγχωρήσειν. 

Φύλαξ τῆς Νέας Ἰόρκης ἔνδοξος γίγνεται
30 Νοεμβρίου 2012

Picture
Ὁ φύλαξ Λ. Δεπρίμος καὶ ὁ πτωχός
Ὀ φύλαξ ἑκὼν κνημίδας πτωχῷ πρίαταιὉ Λαυρέντιος Δεπρἰμος (τοῦ ὀνόματος ἕνεκα δεῖ ἡμᾶς νομίζειν αὐτὸν ἐκ Ἰταλικῶν μετοίκων γενέσθαι) φύλαξ ἐστὶν ἐν τῇ πόλει Νέᾳ Ἰόρκῃ· προχθὲς μὲν οὐδεὶς ᾔδει ὅστις εἴη, νῦν δὲ πάντες ἴσασιν τίς ἐστιν, οὐ δὴ μόνον ἐν ταῖς ΗΑΠ ἀλλὰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ. ἆρα τί ἐδέησεν αὐτὸν ποιεῖν ἵνα ἔνδοξος γένοιτο; μόνον ἕν· οὕτως εἶναι ὥσπερ πέφυκεν. αὕτη ἐστὶ ἡ ἱστορία· 
οὗτος ὁ φύλαξ, εἴκοσι καὶ πέντε ἔτη γεγονώς, διὰ τῆς Χρόνων Ἀγορᾶς (Times Square) διαβαίνων, πτωχόν τινα εἶδεν ἀνυπόδητον ὄντα. ψῦχος μὲν ἦν, ὁ δὲ πτωχὸς ἐπὶ τῆς γῆς ἐκάθητο καὶ χρήματα ᾔτει τοὺς παραβαίνοντας· ὁ δὲ φύλαξ αὐτῷ προσχωρήσας μικρὸν χρόνον διελέχθη καί, τὸν τοῦ ποδὸς ἀριθμὸν πυθόμενος, εἰς καπηλεῖόν τι εἰσβὰς κνημίδας ἐπρίατο καὶ τῷ πτωχῷ παρέδωκεν. τουριστρίς τις ἣ ἀπὸ τῆς Ἀριζόνης ἀφικομένη ἔτυχεν ἐκεῖ οὖσα πάντα μὲν εἶδε καὶ φωτογραφείαν ἐποιήσατο (ἔξεστιν τῇ ᾀριστερᾷ ἰδεῖν), ἔπειτα δὲ περὶ τούτου ἐν τῷ Facebook τὴν φωτογραφείαν εἰσθεῖσα ἄγγελμα ἐγράψατο. ἐὰν ἐθέλῃς τοῦτο τὸ ἄγγελμα ἰδεῖν, δεῖ σε ἐνθάδε πιέσαι). λέγεται δὲ καὶ ὅτι ὁ ἄνθρωπος ὃς ἐν τῷ καπηλείῳ ἐργάζεται, τὴν τοῦ πρίασθαι αἰτίαν πυθόμενος, τὰς κνημίδας ἐλάττου τῷ φύλακι ἐπώλησεν (ἑβδομήκοντα καὶ πέντε δόλαρσι ἀντὶ ἑκατόν). 

Ἡ Σίνα τὸ ἀτομικὸν ἐργαστήριον ἀποδείκνυσιν
24 Νοεμβρίου 2012

Picture
Ἡ πρώτη ἀτομικὴ τῆς Σίνης βόμβα
Ἀτομικὸν ἐργαστήριον τουριστικὸν κέντρον γενήσεταιἘν τῇ Σινιᾶγγ ἐπαρχίᾳ, τρισχίλια χιλιομέτρα ἀπὸ τοῦ Πεκίνου ἀπούσῃ, κεῖται τὸ πολεμικὸν ἐργαστήριον ἐν ᾧ πάλαι ἡ Σίνα τὴν ἑαυτῆς πρώτην ἀτομικὴν βόμβαν ἠργάσατο. τοῦτο τὸ ἐργαστήριον-στρατόπεδον, Μάλαν καλούμενον, τὸ μὲν πρότερον ἦν ἀπόρρητόν τε καὶ πᾶσι τοῖς πολίταις ἄβατον χώριον, νῦν δὲ τουριστικὸν κέντρον γενήσεται. 
ἐκεῖ εἰργάσθη καὶ ἐξερράγη ἡ πρώτη ἀτομικὴ βόμβα (ἀτομική, οὐ δῆτα πυρηνικὴ) ὑπὸ τῆς Σίνης τῷ ἔτει 1964. ὅμως δέ, ἐξ οὗ ἡ Σίνα τὴν μὴ διαδόσεως πυρηνικῶν ὅπλων συνθήκην ὑπεγράψατο, τοῦτο τὸ χωρίον κατελήφθη. νῦν μὲν οἱ ταύτης τῆς ἐπαρχίας ἄρχοντες βούλονται τῷ χωρίῳ ὡς τουριστικῷ κέντρῳ χρῆσθαι, τὸ δὲ τῆς Σιγγύᾳ Πανεπιστήμιον, ἐν τῷ Πεκίνῳ, ἐπιμελήσεται ὅπως πάντα εὖ μενεῖ. λέγουσι δὲ οἱ ἔμπειροι ὅτι τοσούτων ἐτῶν ἤδη ἐξελθόντων οὐδεὶς κίνδυνος κεῖται. 

Πόλεμος ἐν τῇ Γάζῃ
16 Νοεμβρίου 2012

Picture
Ἰσραηλῖνοι στρατιῶται
Τό τε Ἰσραῆλ καὶ οἱ Παλαιστίνοι τὰς ἀνοχὰς λύουσιν

Χθὲς τῆς νυκτὸς τὸ μὲν Ἰσραῆλ πυραύλους εἰς τὴν Γάζην προσέβαλε πειρῶν τῶν τῆς Ἁμᾶς στρατοπέδων τυχεῖν, ἡ δὲ Ἁμᾶς εἰς τὸ Ἰσραῆλ τὸ αὐτὸ ἐποίησεν. τῆς ἁμίλλης τῇ Τετάρτῃ ἀρξαμένης, ὅ τε Ἰσραῆλ καὶ οἱ Παλαιστίνοι ἀνοχὰς ποιεῖσθαι ὡμολογήσαντο, ὅμως δὲ ταχέως ἔλυσαν. ἡ μὲν Ἁμᾶς λέγει ὅτι Ἰσραηλῖνον ἀεροσκάφος πυραύλῳ κατέβαλον, ὁ δὲ τοῦ Ἰσραῆλ φερέφωνος τοῦτο ἀρνεῖται. 
νῦν δὲ λέγεται (πάντες οἱ ξένιοι δημοσιογράφοι περί γε τούτου τοῦ ἀγγέλματος ὁμολογοῦνται) ὅτι τὸ Ἰσραῆλ ἄρχοντά τινα τῆς Ἁμᾶς ἀπέκτεινε τήμερον. ἐξ οὗ πάντα ἤρξατο, εἴκοσι μὲν καὶ ἐννέα Παλαιστίνοι ἀπέθανον, πολλοὶ δὲ ἄλλοι ἐτρώθησαν. οἱ ἀναλυσταὶ διαβεβαιοῦνται ὅτι τὸ Ἰσραῆλ εἰσβολὴν κατὰ γῆν παρασκευάζει, τοὺς γὰρ στρατιώτας συγκαλεῖν ἤδη ἤρξατο. 

Ἐν τῷ Ἰρᾶν ἰστολόγον βασανίζουσί τε καὶ ἀποκτείνουσιν
9 Νοεμβρίου 2012

Picture
Ὁ Σάτταρ Βεχέστι, ὁ blogger
Διεθνὴς Ἀμνηστία τὸ ἄγγελμα περὶ τοῦ Σάτταρ Βεχέστι διασπείρειὉ Σάτταρ Βεχέστι, τριάκοντα καὶ πέντε ἔτη γεγονὼς καὶ ἰστολόγος ἐν τῷ Ἰρᾶν ὢν ὃς τὴν τῶν αἰατολῶν ἀρχὴν ἐν τῷ διαδικτύῳ ἔψεξεν, ὑπὸ τῶν φυλάκων καταληφθεὶς καὶ εἰς στρατόπεδόν τι ἀπενεχθεὶς ἀπέθανε χθές. ὁ Σ. Β. πολλάκις μὲν κακῶς παρὰ τῶν φυλάκων ἤκουεν ἅτε αὐτοὺς ψέγων, νῦν δὲ τέθνηκεν· ὁ δὲ ὀργανισμὸς Διεθνὴς Ἀμνηστία τὴν τοῦ Ἰρᾶν ἀρχὴν αἰτεῖ νῦν τοῦτον τὸν φόνον ἐξετάζειν, διαβεβαιοῦνται γὰρ ὅτι τὸν Σ. Β. ἐν τῷ στρατοπέδῳ ἐβασάνισάν τε καὶ ἀπέκτειναν, τὸ δὲ αὐτὸ αἰτοῦσι τό τε Ἡνωμένον Βασίλειον καὶ ἡ Γαλατία. ὁ Βρετανικὸς τῶν ἐξωτερικῶν πρωθυπουργὸς Ἀλαστεῖρ Βᾶρτ μάλιστα περὶ τούτου θαυμάσας εἶπε τήμερον ὅτι ὁ Σ. Β. μόνον τὰ ἀνθρώπινα δίκαια φυλάττοι, εἶπε δὲ καὶ  Εἰ τοῦτο ἀληθές ἐστιν, τοῦτο ἄλλη νέα αἰσχρὰ πεῖρά ἐστι τοῦ τὴν παρρησίαν βίᾳ κατέχειν ὑπὸ τῆς τοῦ Ἰρᾶν ἀρχῆς.
ἐξ οὗ αἱ τελευταῖαι ἀρχαιρεσίαι ἐγένοντο μετὰ ἃς ὁ Ἀχμαδινεῖαδ αὖθις πρόεδρος ἐγένετο καὶ οἱ πολῖται πολλάκις ἐν ταῖς ἁγυιαῖς διεδήλωσαν (τοὺς γὰρ ἄρχοντας ἐμέμφοντο ὅτι τὸ τῶν ἀρχαιρεσιῶν ἀποβαῖνον διαφθείραιεν), ἐν κινδύνῳ ἐστὶν ὅστις ἂν ἐν τῷ Ἰρᾶν τῇ παρρησίᾳ χρῆσθαι πειρᾷ.

thrakisnews@gmail.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

 
Copyright © 2011. The Best d news . All Rights Reserved.
Company Info | Contact Us | Επιστροφή στην κορυφή | Term of use | Widget | | Site map
dnews .Συμβαίνουν στην Ελλάδα και στον Κόσμο IN NEWS.... .